"Έλθετε προς εμέ πάντες, οι κοπιώντες και
πεφορτισμένοι, καγώ αναπαύσω υμάς"
Loading...

Παρασκευή, 12 Μαρτίου 2010

Δ΄ Χαιρετισμοί της Παναγίας

Τείχος ει των Παρθένων, Θεοτόκε Παρθένε,
καί πάντων των εις σε προστρεχόντων·
ο γαρ του ουρανού καί της γης, κατεσκεύασέ σου,
καί πάντας σοι προσφωνείν διδάξας·
χαίρε η στήλη της παρθενίας
χαίρε η πύλη της σωτηρίας
χαίρε αρχηγέ νοητής αναπλάσεως
χαίρε χορηγέ θεΪκής αγαθότητος
χαίρε συ γάρ ανεγέννησας τους συλληφθέντας αισχρώς
χαίρε συ γαρ ενουθετησας τους συληθέντας τόν νούν
χαίρε η τόν σπορέα της αγνείας τεκούσα
χαίρε παστάς ασπόρου νυμφεύσεως
χαίρε πιστούς Κυρίω αρμόζουσα
χαίρε καλή κουροτρόφε παρθένων
χαίρε ψυχών νυμφοστόλε αγίων
Χαίρε Νύμφη ανύμφευτε.

Ύμνος άπας ηττάται, συνεκτείνεσθαι σπεύδων,
τω πλήθει των πολλών οικτιρμών σου·
ισαρίθμους γαρ τή ψάμμω ωδάς, αν προσφέρωμέν σοι Βασιλεύ άγιε,
ουδέν τελούμεν άξιον, ών δέδωκας ημίν, τοις σοι βοώσιν·
Αλληλούϊα.

Φωτοδόχον λαμπάδα, τοις εν σκότει φανείσαν,
ορώμεν τήν αγίαν Παρθένον·
το γάρ άϋλον άπτουσα φως,
οδηγεί πρός γνώσιν θεϊκήν άπαντας,
αυγή τόν νουν φωτίζουσα, κραυγή δε τιμωμένη ταύτα·
χαίρε ακτίς νοητού ηλίου
χαίρε βολίς του αδύτου φέγγους
χαίρε αστραπή τας ψυχάς καταλάμπουσα χαίρε ως βροντή τους εχθρούς καταπλήττουσα
χαίρε ότι τόν πολύφωτον ανατέλλεις φωτισμόν
χαίρε ότι το πολύρρυτον αναβλύζεις ποταμόν
χαίρε της κολυμβύθρας ζωγραφούσα τόν ρύπον
χαίρε λουτήρ εκπλύνων συνείδησιν
χαίρε κρατήρ κιρνών αγαλλίασιν
χαίρε οσμή της Χριστού ευωδίας χαίρε ζωή μυστικής ευωχίας
Χαίρε Νύμφη ανύμφευτε.

Χάριν δούναι θελήσας, οφλημάτων αρχαίας,
ο πάντων χρεωλύτης ανθρώπων, επεδήμησε δι εαυτού,
πρός τους αποδήμους της αυτού χάριτος·
καί σχίσας το χειρόγραφον,
ακούει παρά πάντων ούτως·
Αλληλούϊα.

Ψάλλοντές σου τόν τόκον, ανυμνούμεν σε πάντες,
ως έμψυχον ναόν Θεοτόκε·
εν τή ση γαρ οικήσας γαστρί,
ο συνέχων πάντα τή χειρί Κύριος ηγίασεν,
εδόξασεν, εδίδαξεν βοάν σοι πάντας·
χαίρε σκηνή του Θεού καί Λόγου
χαίρε αγία αγίων μείζων
χαίρε κιβωτέ χρυσωθείσα τω Πνεύματι
χαίρε θησαυρέ της ζωής αδαπάνητε
χαίρε τίμιον διάδημα βασιλέων ευσεβών
χαίρε καύχημα σεβάσμιον ιερέων ευλαβών
χαίρε της Εκκλησίας ο ασάλευτος πύργος
χαίρε της βασιλείας το απόρθητον τείχος
χαίρε δι ης εγείρονται τρόπαια
χαίρε δι ης εχθροί καταπίπτουσι
χαίρε χρωτός του εμού θεραπεία
χαίρε ψυχής της εμής σωτηρία
Χαίρε Νύμφη ανύμφευτε.

Ώ πανύμνητε Μήτερ,
η τεκούσα τόν πάντων Αγίων αγιώτατον Λόγον (εκ γ')
δεξαμένη τήν νυν προσφοράν, από πάσης ρύσαι συμφοράς άπαντας·
καί της μελλούσης κολάσεως, τους συμβοώντας·
Αλληλούϊα.

Κοντάκιον
Ήχος πλ. δ'. Τή υπερμάχω.

Τή υπερμάχω στρατηγώ τα νικητήρια
Ως λυτρωθείσα των δεινών ευχαριστήρια
Αναγράφω σοι η πόλις σου Θεοτόκε.
Αλλ' ως έχουσα το κράτος απροσμάχητον
Εκ παντίων μέ κινδύνων ελευθέρωσον
Ίνα κράζω σοι·
Χαίρε Νύμφη ανύμφευτε.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Αναζήτηση

Φόρτωση...